Ο ΑΕΙΜΝΗΣΤΟΣ ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Α΄ ΣΤΟ ΚΑΙ ΝΥΝ ΤΩΝ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ:
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἦχος πλ. α'
Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὢ φίλοι, ὁρᾶτε, μηδεὶς ὑμᾶς χωρίσει μου φόβος, εἰ γὰρ πάσχω, ἀλλ' ὑπὲρ τοῦ Κόσμου, μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί, οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μου ἐστέ, ἐμὲ μιμεῖσθε, ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος, μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε, ἐγὼ γὰρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.